Type 3063
(formerly typ/1175)
| Ἄν ὠκεανὸς τὰς θαλάσσας ἐξάγῃ, | |
| αἰθὴρ δ' ὁ λαμπρὸς κερματίζῃ τὴν φλόγα, | |
| βροντὴν δ' ἀκουστὴν συνθλιβεὶς ἀὴρ φέρῃ, | |
| πῶς οὐχὶ ῥεῖθρα πνευματόρρυτον χύσιν, | |
| ποταμὸς ἀκένωτος ἐκ διδαγμάτων | |
| ὁ γρήγορος νοῦς πλημμυρήσει πανσόφως, | |
| ὡς εἰς ἑκατὸν ἐξενεγκεῖν τὴν χάριν, | |
| καὶ πῦρ φλογίζον καὶ καθαῖρον τὴν ὕλην, | |
| νόθους δαπανῶν, εὐσεβεῖς δὲ λαμπρύνον; | |
| Καὶ βροντὰς ἀφεὶς αἰθεροδρόμους λόγους | |
| βροτοὺς ἀνυψώσειεν εὐσεβοφρόνως. | |
| Καὶ δὴ κατιδὼν ὡς θεογράφους πλάκας | |
| ἐκ τῶν ἀΰλων μυστικῶν ἀκουσμάτων, | |
| τὴν βίβλον ὡδὶ συλλαβὼν εὐθυβόλως | |
| ἔγγραφε καὶ χάραττε καρδίας πλάτει | |
| κάλλη νοητῶν σωστικῶν σπουδασμάτων, | |
| τύπους ἀτερπεῖς σῆς ψυχῆς ἀποξέων, | |
| ὡς ἂν διαρθῇς εἰς ποθουμένην πόλιν, | |
| ἐν ᾗ τὰ λαμπρὰ τῆς Ἐδὲμ λάβῃς γέρα. |
Last modified: 2020-10-30.
