Type 3061
(formerly typ/1173)

Γρηγόριος βροντῆς νοερᾶς γόνος ἐστὶν ἀληθής
ὃς χθονίην σοφίην σοφίῃ Χριστοῦ ὑποτάξας
ἤχησεν νοερῶς μυστήρια πιστὰ θεοῖο·
εἰς δέκα γὰρ λυκάβαντας ὅλην βασιληΐδα ποίμνην
αἱρετικῶν πολέμοισι τινασσομένην ἐσάωσεν·
καὶ σὺ θεορρήτων ἐπέων, Βασίλειε, γεωργέ,
καίσαρος ἀντέλλων μεγάλης ὑπὲρ ἄστεος αἴγλης
ἐσθλὸν ἔχεις ἐγγὺς γραφίδεσσιν ὁμότροφ' ἑταῖρον
Γρηγόριον πινυτὸν θεοτερπέος ἔμφρονα βύβλου·​
ἐγγύθι καὶ Τριάδος πανακηράτου ἐστὲ χορευταί.
Text source A. Rhoby, 2018, Ausgewählte Byzantinische Epigramme in Illuminierten Handschriften, Wien: 337-339
Text status Text completely known
Editorial status Critical text
Genre(s) Author-related epigram
Metre(s) Dactylic hexameter
Subject(s)
Tag(s) Praise of the author
Translation(s)
Bibliography
Number of verses 10
Occurrence(s)
Acknowledgements
Identification
Permalink https://www.dbbe.ugent.be/types/3061
Last modified: 2020-08-10.