Type 3060
(formerly typ/1169)
Ἁπλῷ μὲν λόγῳ καὶ κοινῷ καὶ κατημαξευμένῳ | |
ὄργανον τὸ ψαλτήριον δεκάχορδον σημαίνει, | |
ᾧτινι χρώμενοι τὸ πρὶν οἱ μελῳδοὶ πρὸς μέλος | |
ἐν τούτῳ τὰ ψαλλόμενα καλλίστως ἐμελῴδουν. | |
Εἰ δ’ ἴσως ἀναγωγικῶς ἐφερμηνεῦσαι θέλῃς, | |
ψαλτήριον δεκάχορδον τὸν ἄνθρωπον σημαίνει. | |
Ὥσπερ γὰρ εἶχε πρότερον δέκα χορδὰς ἐκεῖνο, | |
οὕτω καὶ πᾶς τις ἄνθρωπος ἔχει δυνάμεις δέκα | |
σωματικὰς καὶ ψυχικάς, καὶ δῆλον ἀπὸ τούτου· | |
ψυχὴ γὰρ πᾶσα πέφυκε δυνάμεις ἔχειν πέντε, | |
νοῦν, αἴσθησιν, διάνοιαν, δόξαν καὶ φαντασίαν· | |
ὡσαύτως καὶ τοῦ σώματος ἴσμεν αἰσθήσεις πέντε, | |
ὅρασιν, ὄσφρησιν, ἁφήν, ἀκοήν τε καὶ γεῦσιν. | |
Ταῦτ’ οὖν ὑπαινιττόμενος ἔλεγεν ὁ προφήτης· | |
ἐν δεκαχόρδῳ τῷ θεῷ ψάλατε ψαλτηρίῳ. |
Last modified: 2021-10-11.