Type 3023
(formerly typ/1127)
Τὸ γλυκύπικρον ἐκροφῶν βίου μέλι | |
τῆς τοῦ θανάτου πικρίας οὐκ αἰσθάνῃ. | |
Ἀλλ᾽ ὀψὲ νήψας καὶ νοήσας τὴν πλάνην, | |
ἄνθρωπε, φεύγε τὸν ψυχώλεθρον βίον. | |
Γῆν γὰρ ἅπασαν καὶ θάλασσαν ἂν δράμῃς, | |
καὶ πάντα τῆς γῆς ἂν κερδήσῃς τόν πλοῦτον, | |
τάφος σὲ σήψει, κἂν θέλῃς, κἂν μὴ θέλῃς. |
Last modified: 2020-03-21.