Type 3009
(formerly typ/1111)
Καὶ τί τῶν ὄντων· οὕτως ἥδιον πέλει | |
Ἢ λυσιτελὲς ἢ ποθεινὸν ἢ θεῖον | |
Οὔκουν οὐδέν γε ὡς τῶν εὐαγγελίων | |
Πυκτὶς ἡ θεσπέσιος καὶ τρισολβία· | |
Θεσμῶν γὰρ καὶ δογμάτων τε καὶ θαυμάτων. | |
Ἐξαίσιον τὸ κάλλος φέρει καὶ ὕψος | |
Νᾶμα δὲ ὥσπερ· νεκταρῶδες τὸν μύθον | |
Βλύζει τὸν σωτήριον καὶ ζωηφόρον | |
Καὶ τί δεῖ φράζειν ταύτης πάντα κατ’ εἶδος | |
Θεὸν παριστᾶ δι’οἶκτον βροτοθέντα | |
Φύσιν τε διαρθρόντα τὴν ἀνθρωπεῖαν | |
Ὡς γ' οῦν ἄχραντον ἱεράν τε καὶ θεῖαν | |
Ἔγωγε λέων ὁ χθαμαλὸς ζεούση· | |
ψυχὴ καὶ γνώμη ταύτην ἐπἐκτησάμην | |
τὰ ἔσω τε καὶ ἔξω καθ᾽ὡραΐσας | |
Υἱῷ φιλτάτῳ καὶ ἐμοὶ βασιλείῳ· | |
ταύτην δωροῦμαι φιλοτίμως καὶ νέμω | |
Εἰς σκέπην εἰς φρούρησιν εἰς σωτηρίαν· | |
Αὐτοῦ καὶ συντήρησιν πάντας αἰῶνας· | |
Ἕβδομον δ᾽ ἦγεν· ὁ αἰὼν τότε ἔτος · | |
Καὶ τριακοστὸν· ἐξακοσιοστόν τε | |
Καὶ χιλιάδας· ἓξ προδιηνυσμένας | |
Ὅτε δακτύλοις θεοδώρου ἐξύσθη | |
Ἀλητροῦ εὐτελοὺς τε καὶ ἐλαχίστου· | |
Εἰς δόξαν πατρὸς υἱοῦ τὲ καὶ τοῦ θείου· | |
Πνεύματος ἅμα· καὶ ψυχῆς σωτηρίαν· | |
Λέοντος λαμπροῦ· τοῦ καὶ κτήτορος αὐτῆς |
Last modified: 2019-05-16.