Type 3008
(formerly typ/1110)
Οἶδα μὲν οἶδα σφαλμάτων πολλῶν γέμον | |
ὃ χερσὶν αὐτὸς πυξίον ἐγεγράφειν, | |
ἀλλ᾽ ἐστέ μοι μέτριοι· καὶ γὰρ οὐκ ἔχω | |
τὴν τεχνικὴν σύμμαχον ὀρθογραφίαν, | |
πατρὶ δὲ πεισθεὶς Μαξίμῳ θείῳ θύτῃ, | |
τῷ πρὸς χλόην ἄγοντι τὴν ζωηφόρον | |
θρέμματα Χριστοῦ, πληθὺν ἀνθρώπων λέγω, | |
τὴν χεῖρα τείνω, κἂν κινεῖσθαι μὴ σθένῃ. | |
Νέμοιτέ μοι δέ, τῷ γραφεῖ Θεοκτίστῳ, | |
λύσιν ἀπείρων ψυχικῶν ἐγκλημάτων | |
καὶ βασιλείας οὐρανῶν κληρουχίαν. |
Last modified: 2023-03-22.