Type 2998
(formerly typ/1099)
| Πόνημα χρυσόρρειθρον ἔνθεον πάνυ. | |
| Χρυσοστόμου κήρυκος ἁγνοῦ ποιμένος. | |
| Χρυσαῖς ψεκάσι ναμάτων ζωηρρύτων. | |
| Ἄρδον φλογώδεις τῶν παθῶν αὐχμηρίας | |
| καὶ κατατῆκον δαιμόνων πανουργίας˙ | |
| τῶν Ἀνομοίων ἀφανῖζον τοὺς ὕθλους, | |
| πλοκὰς τε δεινὰς μισοχρίστων ῥητόρων, | |
| καὶ τῶν Ἑβραίων φιλονείκους ἐνστάσεις, | |
| διαλῦον πνεύματος ἄριστα ξίφει˙ | |
| λίθων διαυγῶν πρόκριτον καὶ μαργάρων, | |
| ὕλης γεηρᾶς γηΐνων μελημάτων | |
| ψυχῆς ῥεπούσης διόλου πρὸς τὰ κάτω | |
| οὐχὶ δʹ ἐχούσης ὄμμα πρὸς κάλλη τʹ ἄνω | |
| τέτευχε χρηστοῦ τοῦ τέλους εὐθυβόλως, | |
| χειρὶ δοκίμου γραφέως Ἰγνατίου, | |
| κρίσει τε πατρὸς διακριτικωτάτου | |
| ἐν ἀζύγοις θύτου τε καὶ γερωνύμου, | |
| ὃν ταῖς λιταῖς σου χρυσὲ τὴν γλῶτταν πάτερ | |
| μιμούμενόν σε κατὰ πάντα τοὺς τρόπους | |
| ἄριστον ὡς πέλοντα λαύρας ποιμένα | |
| ἀνώτερον φύλαττε παντοίας βλάβης. |
Last modified: 2020-08-21.
