Type 2988
(formerly typ/1088)
| Ταύτην τὴν βίβλον τὴν ἱερὰν καὶ θείαν, | |
| τὴν ὁλόγλυκον καὶ καλῶς γεγραμμένην, | |
| ἣν ἐκόσμησεν ἡ τετρακτὺς τῶν θείων | |
| ἀποστόλων τε καὶ σοφῶν διδασκάλων, | |
| Ἰωάννου τέ φημι τοῦ Θεολόγου | |
| ἅμα Ματθαίῳ καὶ Λουκᾷ καὶ τῷ Μάρκῳ, | |
| οἳ ἐσάφησαν τοῦ Χριστοῦ καὶ Θεοῦ μου | |
| τήν τε γέννησιν καὶ τὴν βάπτισιν | |
| τὴν περιτομὴν καὶ τὰ θαύματα πάντα, | |
| τὰ παθήματα καὶ τὴν ἔγερσιν τούτου, | |
| Λουκᾶς ὁ πανευτελὴς σὺν Νικολάῳ | |
| καὶ καθηγουμένῳ τε μονῆς τῆς Πέτρας | |
| ταύτην καλλωπίσαντες ὡς εὐποροῦντες. | |
| Ἔχειν δὲ καὶ σὲ τὴν ἄχραντον παρθένον | |
| τοῦ πρεσβεύειν ἐκτενῶς ὑπὲρ σῶν δούλων, | |
| τοῦ τυχεῖν τῆς στάσεως τῶν ἐκλεκτῶν προβάτων | |
| καὶ ἀπόλαυσιν τῆς Χριστοῦ βασιλείας. |
Last modified: 2024-04-08.
