Type 29836
| Ἄκουσον, δέσποτα κριτά, τοῦ σοφιστοῦ τοῦ Κέλσου | |
| τοῦ διδασκάλου ῥήτορος φανέντος ἐν τῳ κόσμῳ, | |
| δικαιοσύνην πάντων διδαχῶν ἀρχήν τε καὶ τέλος λέγων· | |
| ἐκάθισεν πανάριστος κριτὴς τὸ δίκαιον επιβλέπων, | |
| ἐκάθισεν κριτὴς ὡς νουνεχὴς εἰς κρίσιν τὴν δικαίαν, | |
| ἐκάθισεν κριτὴς ὁλοτελῶς ἀνένοχος σκανδάλου, | |
| ὡς πάντων κτίστης καὶ Θεὸς δικαιωτὴς τῶν ὅλων, | |
| οὐ βλέπει πρόσωπον πτωχοῦ εἰς κρίσιν τὴν δικαίαν, | |
| ἀλλ’οὔτε εἰς ἄρχοντα ὁρᾷ ἀντίκρυς τοῦ δικαίου, | |
| ἀλλ’οὖν τοὺς πάντας ἐλεεῖ, τὸ ἶσον χορηγεῖται· | |
| Τούτου μιμοῦ, ὦ δέσποτα, καθήμενος εἰς κρίσιν, | |
| καὶ βλέπε τὴν ἐπίδειξιν τοῦ σοῦ ἐγκαλουμένου, | |
| ὡς γὰρ ἀδικούμενος παρίσταται ἐγκαλῶν σε, | |
| ὡσαύτως καὶ τὰς ἄντικρυς ἀπολογίας πάσας | |
| τὰς τοῦ ἑτέρου μέρους ἐκδικῶν μὴ παροράσῃς πάλιν, | |
| ἀλλὰ ταχέως γράφε προσεχῶς καὶ βλέπε τὰ πρακτέα. | |
| Ὁ γὰρ Ψελλὸς ὁ σοφιστὴς κατέγραψεν τὴν δίκην, | |
| καὶ κρίσιν ἀπεφήνατο πτωχοῖς τε καὶ πλουσίοις, | |
| καὶ λίβελλον ἀντέγραψεν ἐν δίκῃ ὅρκον κρίνας· | |
| ὡσαύτως καὶ σύ μου δέσποτα προσέχων τοῖς δικαίοις, | |
| τὴν λύσιν δίδου τοῖς λαοῖς πᾶσιν ἀδικουμένοις· | |
| ὁ γὰρ ἀδικούμενος ζητεῖ τὴν κρίσιν πάντα, | |
| ὁ δὲ τὸ ἄδικον ποιῶν τὴς κρίσεως ἐκφεύγει· | |
| σὺ δὲ ὡς δίκαιος κριτὴς, στενεύων ἀμφοτέρους | |
| παράστησον τὸν ἔλεγχον ἄντικρυς τοῦ ἑτέρου, | |
| ὅπως φανῇ τὸ δίκαιον τοῦ ἐπιζητουμένου, | |
| καὶ δὸς τὸ δίκαιον αὐτοῖς καθὼς ἁρμόζει δίκαιον· | |
| ὅτι πτωχὸς εἰς κρίσιμον οὐδόλως παρορᾶται, | |
| ἀλλ’οὐδὲ πλούσιος ποτὲ λαμβάνει δίκαιον ἄλλου· | |
| τοῦτο διώρισται παντὸς εἰς κρίσιν τὴν δικαίαν· | |
| σὺ δὲ κριτὰ καθήμενος ἀκούων τὰς ἐγκλήτους, | |
| συντόμως δὸς τοῖς θλίβουσιν πληρῶν πάντων αἰτήσεις, | |
| ἵνα Θεὸς ἀνάξῃ σε εἰς δόμους οὐρανίους | |
| καὶ τὴν χαρὰν ἀένναον τρυφὴν τοῦ παραδείσου. |
| Title(s) | Διδασκαλία πρώτιστος τοῦ ἐπιζητουμένου |
| Text source | K. Sathas, 1877, Μεσαιωνική βιβλιοθήκη. Ασιζαι του Βασιλειου των Ιεροσολυμων και τησ Κυπρου, Κυπριακοι Νομοι, Βυζαντινα Συμβολαια, Κρητικαι Διαθηκαι. (vol. 6), Venice: 514-515 |
| Text status | Text completely known |
| Editorial status | Critical text |
| Genre(s) | Reader-related epigram |
| Metre(s) | Decapentasyllable |
| Subject(s) | Michael Psellos (1018-1081) - PBW: Michael/61/ |
| Tag(s) | |
| Critical Notes | Sathas (1877: 514-515) corrigenda: 3 πάντων ] om. 16 γράφε ] om., ἀλλὰ ταχέως πρόσεχε em. 27 δίκαιον ] δίκῃ scribend. 31 ἀκούων ] ἀκούειν scribend. |
| Bibliography | |
| Number of verses | 34 |
| Occurrence(s) |
[29879] Ἄκουσον δέσποτα κριτὰ· τοῦ σοφιστοῦ τοῦ κέλσου
[13th c.]
PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 1391 [13th c.] (f. 9r-9v) (34 verses) |
| Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 26: "In iudicem" |
| Permalink | https://www.dbbe.ugent.be/types/29836 |
Last modified: 2020-08-10.
