Type 2981
(formerly typ/1082)
Ὁ πάντα πληρῶν τῆ κελεύσει σου λόγε | |
χριστὲ σωτήρ μου ἀρχήν τε καὶ τὸ τέλος˙ | |
καὶ μεσότητα τῆς βίβλου καὶ τὸν χρόνον˙ | |
ἄφεσιν πέμψον τῶν ἐγκλημάτων πάντων˙ | |
μεθοδίω μοναχῶ καὶ πρεσβυτέρω | |
καθηγουμένου τε τῆς μονῆς τῶν κελληβάρων˙ | |
ἅμα καὶ τῶ γράψαντι ἰλαρίῳ μοναχῶ καὶ πρεσβυτέρω | |
μονῆς τε τοῦ ἁγίου γεωργίου τοῦ σχυνῶνος˙ | |
διʹ ἐντεύξεως τῆς ἀχράντου μητρός σου˙ | |
σὺν τῶ προδρόμω βαπτιστῆ ἰωάννη | |
καὶ τῶν πασόφων ἁγίων ἀποστόλων˙ | |
ἱεραρχῶν τε προφητῶν καὶ μαρτύρων | |
ἀσωμάτων τε καὶ πάντων τῶν ἁγίων˙ | |
ναί, παρακαλῶ τοὺς πάντας ἐν κυρίω | |
μνῆαν ποιεῖσθαι μεθοδίου μοναχοῦ | |
τοῦ προρηθέντος τελεσιουργοῦ τῆς ἐντυχούσης βίβλου˙ | |
ἅμα δὲ καὶ τῶ γράψαντι ἵνα λυτρωθῶμεν φλογὸς αἰωνιζούσης | |
καὶ ἀντιταχθῶμεν ἐν τόπω σεσωσμένων | |
ὅπου κατοικῆ ἀμνὸς ο τεθυμένος |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Metre(s) | Dodecasyllable |
Tag(s) | Prayer |
Comment | , |
Bibliography |
Bibliography category to be determined
|
Number of verses | 19 |
Occurrence(s) |
[17070] Ὁ τὰ πάντα πληρῶν | τῆ κελεύσι σου λόγε
[1056]
PATMOS - Mone tou Hagiou Ioannou tou Theologou 140 [1056] (f. 252r) (18 verses) |
Identification | Vassis ICB 2005, 536: "Librarii subscr." |
Permalink | https://www.dbbe.ugent.be/types/2981 |
Last modified: 2016-06-16.