Type 2903
(formerly typ/1000)

Χιλιάσιν ἓξ τοῦ κυκλουμένου ἔτους
αὖθις ἑκατοντάσιν ὀκτὼ καὶ πάλιν
τῇ πενταπλῇ πεντάδι συμπληρουμένου
ἀπριλίῳ δ᾽ ἐν μηνὶ τῆς πληρεστάτης
ἰνδικτιῶνος πεντάκις τρισσουμένης
ἐν ἡμέρᾳ δὲ τῇ τρίτῃ καί εἰκάδι
εἴληφε τέρμα βίβλος ἡ σεβασμία
Νείλου πιναρᾷ χειρὶ τοῦ παναθλίου,
συνεργίᾳ δὲ τοῦ καλοῦ Κωνσταντίου,
ὅστις βαδίζων ὑποταγῆς ἐν τρίβοις
πέρας ἱμερτὸν πρὶν ἰδεῖν τῆς πυκτίδος
χερσὶ περιπέπτωκεν ἀνδρῶν αἱμάτων
παρ᾽ ὧν σπαραχθεὶς ἐκπερᾷ πύλας βίου·
ὑπῆρχε δ᾽ οὗτος ἡδὺς, εὐθὺς, χαρίεις,
φίλος τε πιστὸς διπλόης πάσης ἆτερ,
ὃν οὐ κρατὴρ ἔδειξε, καιρῶν δὲ ζάλη,
καθὼς ἐγνωμάτευσε θεῖός τις πάλαι·
οὗ πειραθεὶς ἔγνωκα καρδίας πλάτος,
γνώμης ἀγαθῆς, ἱλαρᾶς ἐλευθέρας·
ὃς δὴ μετελθὼν πρὸς τρίβους αἰωνίους,
ἔλιπε φίλοις ἀφόρητον τὴν λύπην,
βάλλουσιν εἰς νοῦν τὴν στέρησιν τοῦ φίλου.
Οἱ χρώμενοι γοῦν τῇ παρούσῃ πυκτίδι
εὔχεσθε τούτῳ λύσιν ἀγνοημάτων,
κλήρου τε τυχεῖν πρὸς Θεοῦ τῶν πραέων.
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Dodecasyllable
Tag(s)
Bibliography
Number of verses 25
Occurrence(s) [18590] χιλιάσιν ἓξ τοῦ κυκλουμ(έν)ου ἔτους [1317]
ATHOS - Mone Megistes Lauras Α 99 (Eustratiades 99) [1317] (f. 261r-261v)
(25 verses)
Identification Vassis ICB 2005, 859: "Librarii subscr."
Permalink https://www.dbbe.ugent.be/types/2903
Last modified: 2019-05-21.