Type 2816
(formerly typ/916)
Κτῆμα τίμιον ἀνὴρ ἁγνεύων σῶμα | |
κρεῖσσον δ᾽ ὁ τυχὼν μιᾶς ἀνὴρ συζύγου | |
ὁ γὰρ συμπλεκόμενος πολλαῖς ἀγκάλαις | |
σύμμορφος ἐγένετο ὑῶν ἀγρίων | |
Ὀρθὰς φύλαττε τοῦ νοός σου τὰς τρίβους | |
καὶ κοιλίαν δάμαζε, καὶ γλῶτταν πλέον | |
καὶ τὴν στενὴν δίωκε τοῦ βίου πύλην | |
καὶ φεῦγε κόσμον καὶ τὰ τοῦ κόσμου πάντα | |
πλανῶν γὰρ πάντας ὁ τρισάθλιος βίος | |
γυμνοὺς προπέμπει πρὸς τὸν ᾅδου πυθμένα |
Text status | Text completely known |
Editorial status | Not a critical text |
Genre(s) | Reader-related epigram |
Metre(s) | Dodecasyllable |
Bibliography |
Bibliography category to be determined
|
Number of verses | 10 |
Occurrence(s) |
|
Identification | Vassis ICB 2005, 421: "De castitate" |
Permalink | https://www.dbbe.ugent.be/types/2816 |
Last modified: 2020-04-03.