Type 2724
(formerly typ/831)
Εὕρηκε τέρμα τὸ παρόν μοι πυκτίον | |
καὶ παύλαν οὐχ᾽ εὕρηκε χεὶρ ἡ γραφέως, | |
μοχθεῖ γὰρ ἀπέραντα φεῦ ἕως πότε, | |
ἆρα μέχρις οὗ τάφος αὐτὴν δαμάσει· | |
εἰ τοῦτό σοι δέδοκτο, Χριστέ μου λόγε, | |
καὶ με προσεκλήρωσας ἐργώδει βίῳ | |
τοῦ ζῆν ἀφορμὰς ἐκ τῶν χειρῶν μου ἔχειν, | |
στέργων φέρω πλὴν καρδιακῷ τῷ πόνῳ | |
ἰσχὺν μόνον μοι τὸ κράτος σου διδότω. |
Last modified: 2019-11-13.