Type 2634
(formerly typ/731)
Ζωῆς τὸν ἄρτον Χριστὸν ἠξιωμένος | |
φαγεῖν, ταφῆς λάμψαντα τῆς τριημέρου | |
εὐαγγελιστὴς τυγχάνει Λουκᾶς τρίτος, | |
ᾧ Παῦλος αὐτός, οὐρανὸν φθάσας τρίτον, | |
καί, τὴν ἄνωθεν, τῶν ὑπὲρ νοῦν καὶ λόγον | |
λόγων ἀκούσας, ἐκμυεῖ θεωρίαν. | |
Οἵων ὁ Λουκᾶς εὐτυχεῖ διδασκάλων! | |
Οὕτως ἄνωθεν οὗτος ἠκριβωμένος | |
τὰ θεῖα θείως ἱστορεῖ, δεδειγμένος | |
ῥήτωρ πυρίπνους, πάνσοφος θεηγόρος. |
Last modified: 2019-12-05.