Type 2510
(formerly typ/595)
Χρυσοῦ μεταλλεῦ, καὶ γεωργὲ σπερμάτων, | |
τρέφεις, κατολβίζεις με καμάτων δίχα. | |
Ἀνηρότως ηὔλησα τὴν πανσπερμίαν· | |
Ἀμαλθίας εὕρηκα τὴν βίβλον κέρας. | |
Κάμνεις ὀρύττων τὰς πολυχρόνους φλέβας, | |
ὡς αὐτὸς ἀκάμαντον ἕξω τὴν πόσιν. | |
Τὴν γοῦν ἀμοιβὴν χάριν ὑψόθεν λάβοις, | |
ἂν εὐσέβειαν τοῖς πόνοις κεραννύῃς. |
Last modified: 2020-10-30.