Type 2504
(formerly typ/586)
Ἡ βίβλος ἥδε παράδεισος τυγχάνει, | |
ἐξ οὗ διδαχῶν βλυστάνει πηγὴ μία, | |
οὐκ εἰς ποταμοὺς τέσσαρας ἁπλουμένη | |
ἀλλὰ τὸ δὴ μέγιστον εἰς ἓξ ἀρτίους, | |
οἷπερ χθόνα μὲν οὐ ποτίζουσιν ὅλην, | |
ἀλλὰ ψυχὴν ἅπασαν ἄρδουσι ξένως. | |
Πηγὴ μὲν ὄντως ἡ γραφὴ πᾶσα πέλει, | |
τοῦ δελταρίου τοῦδε τοῦ θεοσδότου | |
ἑξὰς ποταμῶν, ἕξ μαθηταὶ τοῦ λόγου | |
καὶ πρῶτος αὐτῶν Λουκᾶς εὐφυῶς γράφει | |
πράξεις ἀρίστους τῶν σοφῶν Ἀποστόλων. | |
Ὁ πάμμεγας δὲ Παῦλος Χριστοῦ τὸ στόμα, | |
ἐπιστολὴν Ἰάκωβος μίαν πλέκει, | |
διττοὺς ὁ Πέτρος ταύτας ὑφαίνει πάλιν, | |
ὁ θεολόγος βροντᾷ τρεῖς Ἰωάννης | |
καὶ μίαν αὖθις συντίθησιν Ἰούδας· | |
ἑπτὰ πέλουσαι καθολικαὶ ξύμπασαι, | |
θεολογικὴ δ᾽ ἀποκάλυψις πάλιν | |
σφραγὶς πέφυκε τῆσδε τῆς βίβλου πάσης. |
Editorial status | Not a critical text |
Genre(s) | Text-related epigram |
Metre(s) | Dodecasyllable |
Subject(s) | |
Tag(s) | Spiritual value of the book |
Bibliography |
Bibliography category to be determined
|
Number of verses | 19 |
Occurrence(s) |
[18012] Ἡ βίβλος ἥδε, παράδεισος τυγχάνει
[1401-1450]
VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 579 [14th-15th c.] (f. 46v) (19 verses) |
Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | Vassis ICB 2005, 293: "In Praxapostolum" |
Permalink | https://www.dbbe.ugent.be/types/2504 |
Last modified: 2019-06-19.