Type 2484
(formerly typ/563)

Πνευματοπατρόβλυτος ἡ Λόγου χάρις,
ἡ δωρεὰ δὲ κἂν ἑνῆς τῆς Τριάδος
κοινῇ προχεῖται φυσικῇ κοινωνίῃ·
καὶ νῦν πατρᾶσιν ἐκ πατρὸς πρὸς πατέρα
ὁ νοῦς μυεῖται τῷ λέγειν προκειμένῳ·
τὸ πᾶν προβλέψας, ὢν εἰληφῶς, προσβλέπῃ,
ἐπεὶ Θεοῦ πρόεισιν εἰ σε τι λέγειν.
Νοῦς δ’ ἅπας ἔστω γρηγορῶν ὡς ἀφ᾽ ὕπνου
τὸν γρήγορον νοῦν συνορῶν, ὅπερ γράφει.
Θεὸς γὰρ ἰδοὺ δογμάτων καὶ πατέρων
μετ’ ἀγγέλων πρόεισιν ἐξ οὐρανίων·
βροτοῖς ὁμιλῶν σὺ δ᾽ ἐπευλόγει, θύτα.
Editorial status Not a critical text
Genre(s) Author-related epigram
Metre(s) Dodecasyllable
Subject(s) Gregorios of Nazianzos < Cappadocia (329 - 25/01/390) - PBW: Gregorios/128/
Tag(s) Entreaty for first person
Bibliography
Number of verses 12
Occurrence(s)
Acknowledgements
Identification Vassis ICB 2005, 627: "In s. Gregor. Theologum"
Permalink https://www.dbbe.ugent.be/types/2484
Last modified: 2019-05-16.