Type 2457
(formerly typ/533)
| Εἴ τις Λατίνοις ἰσχυρὰ πέμπειν βέλη, | |
| καὶ συλλογισμοὺς φιλονικίας πάσης, | |
| ἀνατρέπειν βούλοιτο ῥᾷστα σὺν τάχει, | |
| οἷς πρὸς τὸ θεῖον ἐξ ἀσυνέτου τρόπου, | |
| χρῆσθαι φιλοῦσι διαλλεκτικῆ τέχνη | |
| τοὺς εἰς ἐκείνους ὠδὶ συντεταγμένους, | |
| παρὰ σοφοῦ τοῦ Βαρλαὰμ καὶ Λατίνου, | |
| διελθέτω μάλλιστα σὺν προθυμία | |
| καὶ γνοῦς ἐντεχνῶς τὴν δύναμιν τῶν λόγων, | |
| τὴν τῆς προνοίας ὑπερυμνείτω χάριν, | |
| ἀνθ᾽ ὧν Λατίνων ἐκ φυλῆς παρηγμένος | |
| ὁ κατ᾽ ἐκείνων συγγεγραφὼς ταῦτ᾽ ἔνι. |
Last modified: 2019-05-31.
