Type 2336
(formerly typ/400)

Πολλ᾽ ἐνὶ τῇδε μόγησα πυξίδι ὦ φιλ' ἑταῖρε
ἀνέρος οὐρανοβάμονος θεσπεσιάς ποτ' ἀοιδάς
Παύλου ἀπειρεσίην χθόνα διαδραμόντος
συ[ν]τάξαι· ὅτ' ἀθέσφατός μοι ἱδρὼς χεύετο χρωτός.
Ἅψε' ὅτ' ἠέλιος περικτιόνων ἄζει καλά
μυδάλεόν τε τίθησι δέμας· ἀφαυρά τε γυῖα
δὴ τότε ἥμενος ἐννυχίως πανημέρι' αὐτοῦ
σκίμποδι. Ἐσσυμένως γραφίδα κινῶν, τόδ' ἔρεξα
μαιομ(ένοις) ὄφελος μέγα ὄν κιχήσασι τ' ὄλβον
ἀβρόν· Παῦλος ὃν ἧκε φέρων θεοειδὴς πτυχῶν
τοὐλύμποιο καταπτὰς· ἄϋλος ἐὼν νοῦς οἷον·
εἴτ' αὐλὸς ῥυσίκοσμος ἁγίου παρὰ θεοῖο
κρουόμενος πν(εύματο)ς· ἀπειρέσια φῦλ' ὃς ἦγε
δαροβίων θ(ε)ῷ· ὅς ῥ' ἔχει ὑψικόρυμβα· μέγιστον
θῶκον τ' ἐνθακεῖ· ἵδρυται ὑπεράνω κλισμοῦ τε
οὐρανίωνος· ἀνάλκιδας ὅς τ' ἀΐδου βάλε μυχοῖς
οἳ θεάων ὄνυμ' εἶχον ὑπ' ἀξυνέτ(ων) ὄχα ἀνδρῶν
ὃς μαλεροῖς μελέεσσι πόρ' οὔτι φατειόν γ' ἄλκαρ
τῷδ᾽ ἐνὶ ἔργῳ· Νικολέω τοῦ Σκουταριώτου
ᾧ ἐναγοῦς στόματος νέμω ὕμνον παμμεδέο[ντ]ι·
τῆδ' ὅσοι ἐντυγχάνετε, ἵλεων εἶναι μοι τον[..]
εὐρυμέδοντα θ(εὸ)ν προκαλίζετε· ὄφρα (καὶ) ὑμ(ῖν).
Text source F. D'Aiuto 2002, Note ai manoscritti del Menologio Imperiale, Rivista di Studi Bizantini e Neoellenici (RSBN), 39, 189-228: 221-222
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Dodecasyllable
Subject(s)
Tag(s)
Critical Notes v. 10: ἀβρόν corr. ex ἀδρόν (cfr. D'Aiuto 2002: 221).
Comment D'Aiuto (2002: 221): 'esametri faticosi e tecnicamente tutt'altro che perfetti'.
Bibliography
Number of verses 22
Occurrence(s) [17789] πολλ᾽ ἐνὶ τῆδ εμόγησὰ πυξίδι ὦ φιλεταῖρε [13th c.]
VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 636 [13th c.] (f. 204r)
(22 verses)
Acknowledgements

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Identification
Permalink https://www.dbbe.ugent.be/types/2336
Last modified: 2021-01-21.