| Πρόλογος νῦν μὲν ἐγράφη παρ' ἐλπίδα, | |
| πάλιν δὲ ἰδοὺ τὸ δεύτερον στοιχεῖον· | |
| τὸ βήτα φημὶ καὶ δεύτερος ὁ λόγος· | |
| ἐν ἐπιτομῆ ῥηθήσεται σὺν τούτω· | |
| πίστις γὰρ γεννᾶ τὴν ἄλλην καὶ μεγάλην | |
| πίστιν ὡς φασὶν οἱ ἅγιοι πατέρες· | |
| τὴν τῶν άρετῶν θεμέλιον ὡς ἔφη | |
| ὁ ταύτην τιθεὶς ἀπόστολος Κ(υρίο)υ· | |
| ἡ μ(ὲν) γὰρ χωρὶς ἐργασιῶν τοῦ νόμου | |
| γίνεται, ἡ δὲ ἐξ ἔργων τελειοῦται, | |
| διὰ δὲ πολλῶν πολέμ(ων) κατορθοῦται· | |
| νῦν δὲ τὴν ἀρχὴν εὐλόγησον ὦ π(άτ)ερ. |
Last modified: 2015-10-02.
