| Στίχοι δι ἡν αἰτίαν τὸ βιβλίον λειμονάρι(ον) κα|λεῖται:– | |
| Λειμὼν καλοῦμαι, καὶ φράσω τὴν αἰτί(αν): | |
| ἢ μᾶλλον εἰπεῖν. οὐκ ἐγὼ ταύτην φράσω, | |
| αὐτὸς δὲ γνοίης, ἐντυχών μοι καὶ μόνος· | |
| ἐμῶν γὰρ ἔνδον. εἰ γένοιο θριγκίων, | |
| εὐθὺς μαθῆ τῆς κλήσεώς μου τὸν λόγον, | |
| αὐτῆς σε πείρας ἐκδιδασκούσης τόδε. | |
| ἐνταῦθα μὲν γὰρ τῶν ῥόδων τερπνότ(ης)· | |
| ἐκεῖσαι κρίνων· ἐξαποστίλβει χάρις· | |
| ὧδε πέφυκε τῶν ἴων εὐωδία· | |
| χόρτων κατόψει ποικιλίαν ἐνθάδε· | |
| ἡδὺ πνεόντων σπερμάτων εὐωσμίαν· | |
| φυτῶν στιχηδὸν ἀλλὰ χρῦ πόση χάρις· | |
| καρπῶ κομώντων. εὐθαλεῖ καὶ πλουσίω· | |
| τὸ κυπαρίττων ὕψος ἐξείπώ πόσον, | |
| τεράστιόν τι, καὶ λόγου νικῶν σθένος· | |
| οὕτως τί τῆδε τερπνοτήτων χωρί(ων)· | |
| οὕτως τί πάντα· φαιδρότης ὥρα χάρις· | |
| πρόσελθε τοίνυν, μισθὸν εἰσόδου μόνην, | |
| νῆψιν παρασχὼν, ἥν ποθῶ καὶ λαμβάνω: | |
| καὶ τηνικαύτα πάντα. χαίρων μοι δρέπου· | |
| ψυχῆς κάθαρσιν, γνῶσιν ἠκριβομένην· | |
| ζωὴν ἀληθῆ, μὴ πέρας κεκτημένην· || | |
| μυστηρί(ων) δήλωσιν οὐκ εγνωσμένων· | |
| φῶς ἁγιασμὸν, πνε(ύματο)ς θείου χάριν· | |
| καρπὸς οὗτος· τῶν ἐμῶν βλαστημάτ(ων)· | |
| ὅν λαμβάνει πᾶς, εἰσενεγκών μοι πόνον· | |
| εἰ μὴ γὰρ οὕτως, κἂν προσέλθης οὐ λάβης· | |
| νῆψις τὸ πᾶν γὰρ, ἐξανύει καὶ πόνος:– |
Last modified: 2019-11-05.
