| οὐδέν τι τερπνὸν ὡς παλαιός τις λόγο(ς) | |
| μάλιστα μεστὸ(ς) ἀττικῆς εὐγλωττί(...) | |
| ἔχων τε λαμπρὰν τ(ὴν) ἀλήθειαν πλέον. | |
| κ(αὶ) ζωγραφοῦσ(αν) τοῦ βίου τὰ πράγμ(...) | |
| σοφ(οὺς) διδάσκει καὶ σοφωτέρους ἔτι | |
| ἐν τῶ βίω τίθησι εἰς τὰ πρακτέα˙ | |
| δίδωσιν ἀνδρείαν τὲ κ(αὶ) προθυμίαν | |
| καὶ προξενεῖ φρόνησιν ἀτρεκεστάτ(ην) | |
| γέροντα ποιεῖ τὸν νεώτερον χρόνω, | |
| ἐκ τ(ῆς) παλαιᾶς γνώσε(ως) τῶν πραγμάτ(...) | |
| λέγε ξενοφῶν τῶ λόγω συνηγόρει· | |
| σκοπὸ(ς) γάρ ἐστι τῶν λόγ(ων) ὁ δεσπότης | |
| λέων τὸ φαιδρ(ὸν) ἀγλάϊσμα τοῦ κράτ(ους)· | |
| ὃς ἐξερευνῶν συγγραφὰς παλαιτάτ(...) | |
| τρυγῶν τ’ ἐκεῖθεν κοσμικ(ὴν) ἐμπειρίαν, | |
| ὀφθαλμό(ς) ἐστι τῆς ὅλης οἰκουμένης. | |
| τίς γὰρ θεωρῶν ἔνθα κῦρον τ(ὸν) νέον | |
| τ(ὸν) μυρίαν τάξαντα κείνην ἀσπίδα | |
| κ(αὶ) χεῖρας ὁπλίσαντα πρὸ(ς) πρῶτον κῦρον, | |
| οὐκ εὐθὺς ἔγνω πῆμα τὴν φιλαρχί(αν) | |
| θυμ(ὸν) γὰρ αὐτὸς ἐμπνέων κ(αὶ) πικρίαν | |
| σφύζων τε πολλὰ καὶ διάττων ἀσκόπως | |
| ὁρμαῖς ἀτάκτοις συμπλακεὶς, ἀνηρέθη | |
| δοκεῖ δέ μοι κλέαρχο(ς) ὁ κλεινὸς λάκων | |
| σφῆλαι τὰ πάντα συσχεθεὶς ἀτολμία | |
| κύρου σοφ(ὸν) βούλευμα φαυλίσας τότε. | |
| εὐχὴν δὲ λοιπὸν μετρίαν προσακτέον· | |
| τῶ μαργαρίτη καὶ σοφῶ στεφηφόρω, | |
| εἰς πολλὰ κύκλα καὶ γαληναί(ους) χρόνους | |
| ἔλθοις ἀνάσσων εὐτυχ(ῶς) αὐτοκράτορ. |
Last modified: 2025-08-04.
