Occurrence 21511
(formerly occ/5337)

+ Ἕτερος τοῦ αὐτοῦ:
 
δεινὸν μὲν αὐγὰς ὀμμάτων ἐσβεσμ(έν)(ας)·
ὡς δυστυχοῦντα τινα βιαίως φέρειν·,
(καὶ) μὴ τὸ λαμπρ(ὸν), μηδ' ὅλως προσεμβλέπειν,
τῶν χρηειδῶν ἀκτίνων τ(ῶν) τοῦ φωσφόρου·
δειν(ὸν) δὲ δεινότατον, ἀύλους κόρας,
νυκτὶ ζοφώδι μυρίας ἀγροικίας,
ἠμβλημένας τε (καὶ) κατασκοτωμένας·
ἐπεὶ δ' ὑμεῖς βούλεσθαι τόνδε τ(ὸν) σκότ(ον),
διασκεδάζειν ταῖς νοηταῖς ἀκτίσι·,
ἤδη (δὲ) κατάρχεσθαι τῆς σχεδουργίας·
καὶ γῆν βαδίζειν, οὐχ ὁρᾶτε τὸ τέως· ||
εὑρῶν ἐρεύν(...)ν καθάπερ προπομπέα,
ὑμῖν ἑορτὴν τ(ῆ)ς νοητῆς λαμπάδος·
ἔγωγε τὰ νῦν ἐμπρυτανεύω νέοι·
μηδεὶς τὸ λοιπ(ὸν) ἐξ ὑμῶν δειλιάτω·
μὴ καταπιπτέτώ τις ἐν ῥαθυμία·
χ' ὑπτία τὸν νοῦν, καθυποσκελιζέτω·
ἀλλ' ἀόκνως μοι (καὶ) σταθερῶς ἐλθέτω·
(καὶ) νωχελίαν τ(ὴν) πικρὰν, ῥαπιζέτω·
οὕτως γὰρ εὖ δράσαντες εὐλόγως νέοι
ἐς τάχως ἀνύσητ(αι) τ(ὸν) λόγου δρόμον:+
Type(s) [4883] Δεινὸν μὲν αὐγὰς ὀμμάτων ἐσβεσμένας (21 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 15th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - suppl. gr. 1192 [15th c.]
Place in Manuscript f. 25r-25v
Contextual information This poem is the last in a series of three poems.
It is followed by the following note, written in monocondylion: '+ δόξα σοι ἅγια Τριὰς ἡ ἀρχὴ καὶ | τὸ τέλος πάντος ἀγαθοῦ +'.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Image source(s)
Bibliography
Number of verses 21
Acknowledgements
Creator(s)
Transcriber(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/21511
Last modified: 2020-03-20.