| ἐπιγράμματα εἰς τοῦ ὁμήρου ἔναισιν διὰ τὸν δαμιάνον γουιδότον τὸν ἕνετον πεποιημένα καὶ τοῦτο τὸ βιβλίον καὶ τῆς ὀδυσσείας γεγραφότα. | |
| Ἕσπετε τοῦδε μόνως λαοί ποιήματα πάντες· | |
| ῥήματα τῶν ἄλλων πρῶτον Ὅμηρος ἔφη· | |
| γνώμης ὅσσα Μάρων ἀγαθοῦ καὶ νοήματος εἶπεν· | |
| ἤ τις ῥητήρων· ταῦτα καὶ μοῦνος ᾄδει· | |
| ταῖς ἀγοραῖς γνώμην, ἀρετὰς πολεμοῦσιν ὀπάζεις· | |
| ἱερὰ θεῶν ῥέξας· πᾶσι καὶ κόσμον ἔχεις | |
| δείξας Ἀχιλλῆος νικᾶσθαι ῥεῖα μαχοῦντας· | |
| φάντας Ὀδυσσῆος· σοῦ παρὰ πάντα νόον· | |
| ἥλιος οὐρανόθεν σελαγεῖ· φῶς γῆθεν Ὁμήρου | |
| ἄκτισιν ἠέλιος· φρεσσὶν Ὅμηρε πρέπεις. | |
| ὅστις ἄρα πρώτην ἀρνεῖται δόξαν Ὁμήρῳ· | |
| πῶς ἀγαθὸν τοῦτον, πῶς καὶ φρονοῦντα λέγω; |
Last modified: 2019-07-18.
