Occurrence 20513
(formerly occ/4177)

Φύσεις ἅπασαι τῶν σοφῶν ὦ πατέρες
τῶν ἐμπρεψάντων εἰς λόγους ἐκ τῶν πάλαι
Κ' ἀκ τῶν δ' ἐπεμβαίνοντας ἄλλων εἰς λόγους
ὁρῶμεν ἡττήθησαν σαῖς δαδουχίαις·
θαῦμα μέν ἐστι καὶ πέραν τῶν θαυμάτων
πόρρω δὲ θάμβους εὐφυῶς ἡρμοσμένον·
καὶ θάμβους μὲν ἄξιον ὡς ὑπερέβην
σοφοὺς ἅπαντας τῶν ἐκ πάλαι τῷ λόγῳ·
ὅπη καὶ γὰρ πέφυκε πνεύματος χάρις
καὶ θεία λάμψις καὶ φαοὺς μετουσία
ἅπαν κάκιστον ἐκπιμπροῦται συντόμως·
καὶ γὰρ διελθὼν ἀφρόνως περιδρόμως
στῖφος ἀπίστων κακοδόξων ἀστόργων
τὴν γῆν ἅπασαν ἀπὸ ζόφου τῇ πλάνῃ
σπάθη δὲ θεία εὐκλεοῦς παντὸς τύπου
πρώτη προπηδήσασα παντὸς συλλόγου
ἅπαν ἐκτεφροῖ τῶν κακίστων εἰς φύσεις
τῶν δ' ὁσίων καὶ καλῶς ἡρμοσμένων
ἐν στερρᾷ πίστει καὶ μενόντων ἀξίως
ἄρδην ἀνιστᾷ τὰς ἐμφάσεις αἰσίως·
τὴν πληθὺν ὑμῶν ἀπεκάλεσα σπάθην
μνήμης ἀξίαν εὐκλεεῖς μοι πατέρας·
ἦν οὖν τὸ κάλλος τῆς σπάθης χρῆμα ξένον
ἄγαλμα σεπτὸν εἰκόνος θείας τύπος
μύημα λευκῆς χιόνος στοιχουμένης·
ὡς μακαρίζω καὶ τὸ κάλλος τῆς σπάθης
ἀσπάζομαι δὲ καὶ τὸ τμῆμα συντόμως
ἐσχηκότα δ' αὖ καὶ τὸν γράψαντα πόθῳ
σκέποις φυλαττοις καὶ ρύοις πάσης ζάλης·
εὕρηκε τέρμα τὸ παρόν μοι πυκτίον
καὶ παῦλαν οὐκ ἔσχηκε χεὶρ ἡ γραφέως·
μοχθεῖ γὰρ ἀπέραντα φεῦ ἕως πότε;
ἄρα μέχρις οὗ τάφος αὐτὴν δαμάσει.
Εἰ τοῦτό σοι δέδεκτο Χριστέ μου λόγε
καί με προσεκλήρωσας ἐργώδει βίῳ
τοῦ ζῆν ἀφορμὰς ἐκ χειρῶν κατακρίνας
στέργω φέρω πλὴν καρδιακῷ τῷ πόνῳ·
ἰσχὺν μόνον μοι τὸ κράτος σου διδότῳ·
ἁμαρτωλὸς Καισάριος.
Type(s) [4255] Φύσεις ἅπασαι τῶν σοφῶν ὦ πατέρες (39 verses)
Text source S. Eustratiades, Spyridon Lauriotes, 1925, Catalogue of the Greek Manuscripts in the Library of the Laura on Mount Athos, Cambridge: 330
Text status Text completely known
Date 15th c.
Manuscript ATHOS - Mone Megistes Lauras Ω 30 (Eustratiades 1840) [15th c.]
Place in Manuscript f. 153r
Person(s)
Scribe
Kaisarios (15th c.) - PLP: V.10164
Metre(s) Dodecasyllable
Genre(s) Scribe-related epigram
Number of verses 38
Related occurrence(s) [18368] Εὕρηκε τέρμα τὸ παρόν μοι πυκτίον [1286]
OXFORD - Bodleian Library - Roe 22 [1286] (f. 560r)
(9 verses) (9/38)
Acknowledgements
Creator(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/20513
Last modified: 2019-11-13.