Occurrence 20204
(formerly occ/3850)

στῖχοι
 
Εἴπερ κατέγνως ἀ|τρεκῶς ἁμαρτάδος· |
Καὶ νητρεκῶς ἔφησ|θα φεύγειν τὸν βίον· |
Τὴν βίβλον ἄζυξ ἰω|άννου προὐμμάτων· |
Ἀσκητικὰς βρίθουσαν || οἴμας πλουσίως, |
Ἔχειν ἀπαύστως μὴ | παραιτήση πόθω· |
Εἰ γὰρ κελεύθους εὐ|σταθῶς αὐτῆς δράμοις· |
Ἔρωτι θερμῶ σὤφρο|νι προαιρέσε· |
Κραυγάς βοήσεις κερ|τόμων στομυλμάτων· |
Μακρούς τε λήρους ἀ|στικῶν ἀθυρμάτων· |
Δόξαν κενήν τε, πάμπαν ἐκφυγοις φόβω· |
Ἀλλ’ οὐδ’ ἀμείψοις | τὰ φθορᾶς τῶν κρειττόν(ων)· |
Ἀλλ’ ἡδονῆς μὲν ἀντὶ | καὶ χλιδῆς, κόπους· |
Γλυκεῖς ἐφεύροις | ἀντὶ δόξης ἧς ἔχεις· |
Κρημνοὺς ὀρόγκους ἀν|τὶ δ’ εὐγλυφού στέγης· |
Πέτραν τραχεῖαν·| ἀντὶ δ’ εὐπαθοῦς βίου, |
Μάζαν βραχεῖαν· ἀντὶ | ποικίλων πέπλων, |
Σισύραν ἕξοις· ἀντὶ δ’ | εὐχίλου πότου, |
Ὕδωρ διαυγὲς· ἄρτος, || οὐ μέτρου πλέον· |
Ὕμνος, τὸ δεῖπνον· ὄ|ψον ἡ ψαλμωδία·
Αὐχμός δ’ ὁ κόσμος. | ὠχρότης ἡ φαιδρότης· |
Γαστὴρ φυγοῦσα, πλησ|μονὴν ἀφορδίων· |
Εὐκοσμίας τὰ δῶρα, | ταῦτά σοι λέγω· |
Ἃ ζωγραφήσας σῶ νοῒ | φρικτῶς, μέροψ, |
Ἀπρὶξ κατάρχου τῆς | ὁδοῦ τοῦ κ(υρίο)υ:-
Type(s) [1926] Εἴπερ κατέγνως ἀτρεκῶς ἁμαρτάδος (24 verses)
Text source DBBE
Text status Text completely known
Date 1292
Manuscript JERUSALEM - Patriarchike Bibliotheke - Hagiou Saba 175 [1292]
Place in Manuscript f. 192v-193r
Person(s)
Patron
Konstantinos (13th c.) - VGH: 30.A - PLP: VI.14142 (hieromonachos)
Scribe
Andreas (13th c.) - VGH: 30.A - PLP: I.906
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s) John Klimax (6th c. - 7th c.) - PMBZ: 13914: "Personenkennziffer: 2791"
Comment Papadopoulos-Kerameus (1894: 288) gives only the first two verses.
Image source(s) https://www.loc.gov/resource/amedmonastery.00279393922-jo/?sp=195&q=hagios+sabas+175
Bibliography
Number of verses 24
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/20204
Last modified: 2020-08-18.