Occurrence 19872
(formerly occ/3460)

+ τὸν ἐκ γραφῆς, ἄν(θρωπ)ε, νῦν βλέπων τύπον,
ὅς ἄνδρα σεμνὸν εἰκονίζει πανσόφως,
τῶν ἀρετῶν θάλαμον εὐθὺς μοινόει·
οὗτος γ(ὰρ) εἰς ῥέουσαν οὐ βλέπων ὕλην,
οὐδ' εἷς τὸ ῥευστὸν εἶδε χαίρειν σαρκίων,
τὸν ἄζυγον ζῶν μᾶλλον εὔρέθη βίον,
λόγω, φρονήσει, σωφροσύνη κοσμίω,
οἴκτω πλήτων, δυστυχούντων ἐκτόπως,
σταθμήσας αὐτὸν ὡς ἐνὴν θνητὸν λέγω
πλὴν ὡς ἔφην ἄν(θρωπ)ε σαφῶς ἐκ βρέφους,
βίους ὅσε μυὸς (καὶ) πολὺς καὶ γεννάδας,
αποστολικ(ὸν) εὐλαμβάνει τῦπον
διάκονος γ(ὰρ) τοῦ θ(εο)ῦ λειτουργίας,
εἰς ὃν βλέπειν δίκαιου ὠείθη πλέον,
πῆρξεν αὐτος ἀνδρικὸν τρίχωνδρόμον
λαχῶν παραθὺς τρεὺσα μελλιου θηρένον
ἀρχη διάκων δ' ἐνβαπιλειοις μέλ(ων)
θ(εὸ)ν ποθῶν γοῦν ἀληθῶς ἐκκαρδίας,
καὶ τόνδε ναὸν ἐξεγείρει ποικίλως
τῶ μυροβλύτη νικολάω τῶ πάνυ
τῆς ἀρετῆς οὖν τὸν ναὸν δεῖγμα γραφῆ,
ἄν(θρωπ)ε, καλῶς εἰ σκοπεῖς ἔργων βάθος,
τῆς ἰω(άννου) βρυεννίου νῦν βλέπων,
(καὶ) γνώθι σαυτὸν, εἰ γὰρ οὗτος ἐγγόνει,
οὗ τὸν βίου ἤκουσας ἀρτί(ως) μέγα,
σὺ τὶ πάθοις ἂν κἂν φρονῆς (?) ισως μεγα.
Type(s) [3889] τὸν ἐκ γραφῆς ἄνθρωπε νῦν βλέπων τύπον, (8 verses)
Text source DBBE
Text status Text completely known
Date 14th c.
Manuscript OXFORD - Bodleian Library - Barocci 219 [1320]
Place in Manuscript f. 267v
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Image source(s) https://digital.bodleian.ox.ac.uk/inquire/p/c19c0363-5e6a-49ac-95c9-1f782f25f8b3
Bibliography
Number of verses 30
Acknowledgements
Creator(s)
Contributor(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/19872
Last modified: 2016-11-24.