Occurrence 19580
(formerly occ/3090)
+ εἰδωλοποιῶν ἐμπαθῆ πᾶσ(αν) θέαν· | |
καὶ πάντα καιρὸν καταναλίσκων μάτην, | |
ψυχὴ τὸ παρὸν ὀργανῶ σοι βιβλίον, | |
ὧ τῶν ἑορτῶν ζωγραφῶ τ(ὰς) ἐμφάσεις, | |
φαιδρὸν καθιστῶν τῆ μετέξει τὸν βίον, | |
καὶ τοὺς τύπους τίθημι τοὺς τῶν ἁγί(ων), | |
ἐξ ὧν ὁ πᾶς ἄνωθ(εν) ἡγνίσθη χρόνος. | |
πρὸ(ς) γὰρ τὸν ἑσμὸν τῶν παθ(ῶν) δυσμάχ(ων) | |
ἐχρῆν τὸν ἐσμὸν συνδραμ(εῖν) τῶν συμμάχ(ων) | |
καίτοι γε κἂν εἷς τῶν τοσούτ(ων) ἧν τύπ(ων), | |
οὐκ ἂν πρὸ(ς) ἐχθρῶν συμπλοκ(ὰς) ὑπεστάλης. | |
πρὸ(ς) δ᾽ οὖν τὰ σὰ τραύματα (καὶ) τ(ὰς) σὰς νόσους, | |
τὸ σύνθετον φάρμακον ἐκράθη τόδε. | |
ταύτ(ας) δέ σοι τέταχα τ(ὰς) ἔξω πτύχας, || | |
εἰς ἄργυρον θεὶς καὶ χρυσὸν τοὺς μαργ(άρ)ους, | |
ὡς ἂν ἔχη κλεῖς εἴ τις ἔστι σοι θύρα, | |
καὶ τοῦ πονηροῦ τ(ὰς) κλόπ(ας) ἀνατρέπη. | |
χάριν δὲ σὴν ἔγραψα τοὺς θείους τύπους, | |
θερμοῦ, πόθου χρώματα καθάπαξ χέας, | |
ὡς ἂν μετ᾽ αὑτῶν ἐγγραφῆς τῶν ταγμ(ά)τ(ων), | |
τοὺς δυσμενεῖς φυγοῦσα τ(ῶν) ἔργων τόμους. | |
παλαιολόγος. ἄγγελος. δούκ(ας) τάδε | |
βασιλέως παῖς | εὐσεβὴς (καὶ) δεσπότης, | |
δημήτριος τὴν | κλῆσιν, ἐκ | δημη|τρί|ου|+ |
Last modified: 2021-09-07.