Occurrence 19435
(formerly occ/2926)

στοῖχοι πολ(ιτι)κοὶ τῶν ιε’ συλα(βῶν): δήαν ἐρωτῶν ὁ δήαν ἐτέρ(ους): διὰ τὸ | κ(ύρι)ε ἰ(ησο)ῦ χ(ριστ)ὲ θ(εὸ)ς ἡμῶν ἐλλέι(σον) ἡμὰς· ἀμήν:+
 
μικρὸν βραχὺ ἐρώτημα ἐπερωτῶ μαθήναι :+
ὁ χορικὸς σταμάτιος παρὰ τ(ῶν) διδασκάλ(ων) :+
ἀρχήν ἀπάντ(ων) τοῦ μαθεῖν τῆς εὐλογεῖας στοῖχον :+
ἣν οἱ π(ατέ)ρες ἐν βραχὺ παρέδωκαν τοῦ λέγειν :+
τοῦ λέγειν οἱ χριστιἀνοὶ τὸ τῶν ῥωμαί(ων) ὕμνος :+
ἐσπέρας τὸ μεσόνυκτον πρωὶ (καὶ) μεσημβρί(ας) :+
πρὸ τοῦ φαγεῖν ἐν τὸ τρυφὰν (καὶ) μετὰ τοῦ ἀρίστου :+
καὶ τίς καὶ ποταπός εστιν ὁ στοῖχος ὅνπερ λέγω :+
κύριε ἰ(ησο)ῦ χριστὲ ὁ θ(εὸ)ς (καὶ) τὰ ἐξής τε :+||
θέλω μαθεῖν διδάσκαλοι τὴν λύ(σ)ην (?) τὴν τοῦ στοίχου :+
μικρὸς εἰμὶ μικρὰ ἐτῶ μικρὰ παρακαλῶσας :+
ἐγέγραπται γὰρ γραμματικοῖς τ(οῖς) βίβλοις στίχο(ς) λέγ(ων) :+
ἀμαθεῖς πρὸ(ς) ἀμαθεῖς ὁ χορικὸς πρὸ(ς) ἄλλ(ους) :+
οὐ μὲν τοι γε πρὸς γνωστικοῦς οὐδε πρὸ(ς) διδασκάλ(ους) :+
οὐδὲ προς ῥήτωρ(ας) σοφοῦς οὐδὲ πρὸ(ς) φιλωσῶφους :+
λιπὸν καθῶς προέφησα· εἰπερ τῶ μαθήματι (?):+
ὡς ἀμαθεῖς ὡς ὁ χορικὸ(ς) τὴν λύσην μικροῦ στοῖχου :+
οὐ δύναμεσθε ὁ λογεῖν οὑ παλαιὰ οὐ νέα :+
οὐκ ἐρωτῶ τῶν ἀκριβ(ῶν) ἐκ τῶν ὁμοίρου λόγων :+
οὐκ ἐρωτῶ γραμματικὰ οὐ λέξεις τ(ῶν) ῥητόρων :+
αλλα τὸν στοίχον τὸν μικρὸν ὂν λέγουσιν οἱ παίδες :+
παίδες ὁμοῦ (καὶ) γέροντες γυνέκες (καὶ) πεδίσκαι :+
ὡς εἴπουν ἀνωτέρω μεν τὸ τῶν ῥωμαί(ων) γένος :+
κύριος πόθον λέγετ(αι), π(ῶς) ἰ(ησοῦ)ς καλείται :+
χριστό(ς) δε πάλλιν (καὶ) θ(εὸ)ς, π(ῶς) ἐτιμολογεῖται :+
καὶ π(ῶς) οὐκ ἤρκει κύριος, ἢ ὁ χ(ριστὸ)ς δεμόνον :+
ἰησοὺς ἀλλὰ θ(εὸ)ς τετρὰς τῶν ὁνομάτων :+
οὐκ ἂν τρια ὀνόματα ἀλλα τετρὰς ἐτέθη :+
παρακαλῶσας πάμπολλα (καὶ) δέωμαι πλοιστάκεις :+
οσοι σοφοὶ διδάσκαλοι κυρίοι (καὶ) πατέρες :+
μη ἀποπέσω τοῦ μαθεῖν τοῦ στοῖχου νὺν τὴν λύσιν :+
μοικρὸν δυνόν μοι γὰρ εστιν τὸ, λέγων καθ’ ἡμέραν :+
ημέραν καθ’ ἡμέραν τ(ης) πολλάκης (καὶ) κατ' ὅραν :+
Type(s) [3513] Μικρὸν βραχὺ ἐρώτημα ἐπερωτῶ μαθῆναι (3 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 14th c.
Manuscript FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Plut. 58, Cod. 30 [14th c.]
Place in Manuscript f. 163r-163v
Metre(s) Decapentasyllable
Genre(s) Reader-related epigram
Comment Bandini gives only the first and the last verse.
Image source(s)
Bibliography
Number of verses 31
Acknowledgements
Transcriber(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/19435
Last modified: 2020-08-28.