Occurrence 19346
(formerly occ/2817)

ἰγνατίου διακόνου· κωνσταντ(ινο)πόλε(ως), ἀλφάβ(η)τ(ικον) παρανετικ(όν)
 
Ἄκουσον ὦ παῖ τῆς ἐμῆς συμβουλίας
βλέψον πρὸς | αὐτὴν μᾶλλον ἠ πρὸς ἄλλό τι
γράψον δὲ ταύτην | εἰς πλάτος σῆς καρδίας·
δὸς πάντα (καὶ) φρόνησιν | ἐκπριῶ μόνην
ἕωλα πάντα τῆς φρονήσεως | ἅτερ
ζήλου σοφὸν μάλιστα τὸν σοφὸν βίον |
ἡ γλῶσσα καιροῦ μηδὲν ἐκφέροι δίχα
θήρευε τὰ | κράτιστα τῶν νοημάτων
ἴχνη δ᾽ ἔρεισον πρὸς | πύλας τῶν ἐνθάδε.
καλῶς βάδιζε. (καὶ) κακὸ(ν) | πᾶν ἐκτρέπου·
λόγω τρόπους κόσμησον, ἢ | λόγους τρόπω
μὴ τῶν ῥεόντων· τῶν μενόν|των δ᾽ ἀντέχου
νόμων θ(εο)ῦ π(ατ)ρός τε μὴ λήθην λά|βοις
ξένος προσῆλθε, χ(ριστὸ)ν αὐτὸν ἐννόει
ὅλον | σἑαυτὸν τοῖς μαθήμασι δίδου·
πράος ταπεινὸς | τοῖς διδασκάλοις ἔσω
ῥάθυμον ἔργον μηδε προσ|βλέψαι θέλοις
σαυτοῦ δ᾽ ἀδελφοὺς τοὺς ὁμίλικας | λέγε
τῶν συσχολαστῶν τὰς συνουσίας φίλει·
ὑ|περ δε ταῦτα (καὶ) προ πάντων καὶ μόνων
φοβοῦ | τὸ θεῖον ἐξ όλης τῆς καρδίας
χ(ριστὸ)ν δὲ τοῖς σοῖς ἔνδον | ἐν στέρνοις φέρων·
ψυχὴν κράτυνε πρὸς πόνους | μαθημάτων
ὡσἂν δι᾽ αὐτῶν (καὶ) τύχοι σ(ωτη)ρίας·:·
Type(s) [3433] Ἄκουσον, ὦ παῖ, τῆς ἐμῆς συμβουλίας (24 verses)
Text source DBBE
Text status Text completely known
Date 1020
Manuscript FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Plut. 11, Cod. 9 [1020]
Place in Manuscript f. 136v
Palaeographical information Initial in red ink.
Metre(s) Dodecasyllable
Genre(s) Reader-related epigram
Image source(s) http://teca.bmlonline.it/ImageViewer/servlet/ImageViewer?idr=TECA0000613538&keyworks=plut.11.09#page/286/mode/1up
Bibliography
Number of verses 24
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/19346
Last modified: 2020-08-28.