Occurrence 18837
(formerly occ/2232)
Ιωσὴφ οἰκτρος εὐτελὴς ρακενδύτης | |
τὴν ἱερὰν κλίμακα ταύτην ἐκ πόθου | |
ἔγραψα χερσὶν οὔν μενουν ταῖς ἰδίαις: | |
ἀλλ᾽ ὥσπερ ἠυπόρησα τῶν μισθωμάτων:· | |
ταύτην ἁνατρέχοντες οὐκοῦν πατέρες | |
ταῖς πρακτικαῖς μάλιστα νῦν ἐργασίαις | |
πρὸς τὰς μονὰς βαίνοιτε τὰς οὐ(ρα)νίους:· | |
τὴν γῆν ἀφέντας καὶ τὰ τῆς γῆς τῆς κάτω:· | |
ἐμοῦ δὲ τοῦ τάλανος ἐν μονοτρόποις, | |
διηνεκῶς μέμνησθε πρὸς τὸν δεσπότην | |
ὅπως διαβὰς τὴν θάλασσαν τοῦ βίου, | |
πρὸς λιμένας φθάσαι τοὺς οὐ(ρα)νίους:· |
Last modified: 2019-08-02.