Occurrence 18706
(formerly occ/2086)
Ὁ βίβλον τήνδε φέρων χερσὶν ὁσίαις:- | |
Αἰτει τῶ γραφεῖ ψυχικὴν σωτηρίαν:- | |
Νικολάω τελοῦντι ἐν μονοτρόποις :- | |
Κἂν μὴ πρόσφορον βίον ἐξ ἀμελίας :- | |
Προήρηται κτήσασθαι, φεῦ τῆς ζημίας:- | |
Ἀλλ' ὦ μοι σωτὴρ ἁμαρτωλοῖς ὡς ἔφης:- | |
Ἐλθὼν προσκαλέσασθαι καὶ κόσμον σῶσαι:- | |
Συντάξας καμὲ πόρνη· ληστῆ· τελώνη:- | |
Τὴν ἄφεσιν δίδου μοι τῶν ἐπταισμένων:- |
Last modified: 2020-08-25.