| Οἱ ἀναγινώσκοντες τῷ γεγραφότι | |
| νείματε συγχώρησιν ὡς ἔθος πάντες | |
| σὺ δὲ μάλιστα ὁ κεκτημένος θύτης | |
| τὸν οὐράνιον μοναστῶν δὲ πυκτίδα | |
| εὔχου τῷ Θεῷ λύσιν δεινῶν εὑρεῖν με | |
| τὸν ἀνεπιτήδειον γραφέα πάτερ | |
| καὶ ἀνεπιστήμονα ἐν μονοτρόποις | |
| αἴσχιστον Ἰωακεὶμ ὅν θεὸς οἶδε· | |
| τὸ γὰρ σοι ποθούμενον ἤνυσται κτῆμα | |
| Κλίμαξ νοητὴ τῶν ψυχῶν τῆς ἀνόδου | |
| ἧς ὕπερ θεὸς κάθηται ὠδὴ σθένος | |
| ἕλκειν ἀπὸ γῆς ἀλλὰ τοὺς βουλομένους· | |
| σπούδαζε λοιπὸν καὶ αὐτὸς ἀναβῆναι | |
| εἰμὴ παρέργως ταύτην ἐθέλεις ἔχειν· | |
| οὐδὲν γὰρ ὀνίνησι τὸν ῥαθυμοῦντα | |
| εἰ καὶ Θεοῦ πέφυκε καὶ Κλίμαξ ξένη· |
Last modified: 2026-03-24.
