| Τῶν κτεάνων μ(ὲν) ἁπάντων ὅσσα περ ἔστι γε μύθους· | |
| προὔθηκα πτερόεντας. ἀτὰρ μύθων σοὺς π(άτ)ερ | |
| ἠγασάμην πλέον· οἵ με σαόφρονά τ᾽ ἐκτελέσειαν· | |
| κ(αὶ) σκαιῶν παθέων ῥύσειαν. καὶ παρὰ χ(ριστ)ῶι | |
| στήσειαν μ᾽ ἁγνὸν θ᾽ ὅλον ὑμνοπόλον κἀνάμαρτον· | |
| τοῦ γὰρ καὶ χάριν οὓς ποθέω. φιλέων τε γράφω. | |
| κἂν βίβλοισι τίθημι θυμηρῶς. ὄφρα γε θυμῶ | |
| γράψαιμι· κραδίη τε νόω τ᾽ ἐμπλαξὶν ἀρίσταις· | |
| μωσήως μεγάλοιο νόμον ποτὲ ὥσπερ ἄκουσα | |
| οὐ(ρα)νίοιο θεοῦ γρηφέντ᾽ ἀύλω δακτύλω· | |
| τὺ δὲ φαεσφόρε ἐκλιττάζεο υἷα θεοῖο | |
| εἵνεκ᾽ ἐμεῖο· παθέων ἵνα ῥυσθείην τυρανί(δος)· | |
| καὶ σὺ δ᾽ ὦ μήτερ χριστοῖο πάναγνε κόρη τε | |
| ἁγνεί(ας) κορυφὴ καὶ παρθενί(ας) κλέος, σῶζε | |
| σαῖς με ἀγακλυτῆσι λιταῖς παθέ(ων) ἄπο. σῶζε. | |
| ξὺν ζαθέοισι μαθηταῖς πρεσβεύουσα θεοῖο | |
| ἀρχιερεῦσι τε ἠδὲ κλυτοῖς μάρτυσι. σῶζε· | |
| τὸν μιχαὴλ ᾧ μοι χρυσωκέφαλος θ᾽ ἡ κλῆσις· | |
| ᾧ βίβλος τ᾽ ἐτελέσθη δευτέρ᾽ ἰουλίοιο· | |
| ἰνδικτιῶνος δεκάτης· ἐν ἔτει πέμπτω γε | |
| τριηκοστῶ πρὸς χιλιάδων τῆ ἑξάδι. | |
| ἠδ᾽ ἑκατοντάδων τῆ ὀκτάδι. ἥματι πέμπτω+ |
Last modified: 2024-10-01.
