Occurrence 17290
(formerly occ/460)
+ ἡ γνῶσις ὄντως τῶν σοφῶν δι|δαγμάτων: | | |
ὁ νοῦς ὁ θεῖος, ὁ στερέμνιος | στύλος: | | |
ἡ κρηπὶς αὖθις τῆς | σοφῆς ἐκκλησίας: | | |
καὶ πυρσολαμπὴς λύ|χνος ὡραϊσμένος: | | |
ἅπαντα βασίλειος ταῦτα | προσγράφει: | | |
ἡμᾶς ἀνασπῶν ἐκ φά|ρυγγος τοῦ πλάνου: | | |
καὶ προσκομίζων τῶι | θ(ε)ῶ καὶ δεσπότη: | | |
τοῖς ἠθικοῖς μάλιστα τού|του χωρίοις: | | |
οἷς γάρ τις ἐμμελῶς γε | προσδιατρίβει: | | |
περιφρονεῖ κόσμου τε | κ(αὶ) τῶν τοῦ βίου: || | |
καὶ νοῦν πτερώσας πρὸς | ἀνέκφραστον θέαν: | | |
ἐκεῖνα πάμπαν ἐννοεῖ | καθ' ἡμέραν: | | |
ὧν τὴν σχέσιν σύνοικο(ν) | ἔσχεν ἐν βίω: | | |
μὴ δὴ παραβλέψωμεν | ὧδε νῦν φίλοι: | | |
λόγου παραινέσεις τε θεί|ου ποιμένος:· | | |
ὅπως ἐκεῖθεν μὴ πα|ροφθῶμεν πλέον+ |
Last modified: 2020-08-20.