Occurrence 17228
(formerly occ/375)
+ ἐκ δογμάτων τὸ μεῖζον ὕψους τῶν βίβλων· | |
ἐκ ῥημάτων τὸ πλεῖον ὥρας καὶ τέχνης· | |
ἄμφω φερουσῶν κλῆσις οὗ θεῖοι λόγοι· | |
δοὺς καὶ τὸν ἐκτὸς κόσμον ἐκ τῶν πραγμάτων· | |
ὁ πατρίκιος εὐσεβὴς νικηφόρος· | |
τῶι φιλοτίμω τοῦ πόθου καὶ τοῦ τρόπου. | |
μᾶλλον τὸ νικᾶν ἐμπαρέσχε ταῖς βίβλοις· | |
ἃς δῶρον ὥς τι τῶ πλάσαντι προσφέρων· | |
πλουτεῖ μὲν αὐτὸς τὰς ἐκεῖθεν ἐλπίδας· | |
πρὸς τῆ λυτρώσει τῶν σφαλέντων ἐν βίω· | |
εὐδοκία δὲ προξενεῖ τῆ συζύγω· | |
μνήμην ἀνεξάλειπτον ἐκ γῆς ἠρμένη· |
Last modified: 2022-10-05.