Occurrence 17126
(formerly occ/247)

+ στίχοι· ἐπαινετέοι·
 
Ἡ βίβλος ἥδε τοὺς τριακόντα φέρειν·
τοῦ τῆς κλίμακος ἰωάννου νῦν λόγους·
γέγραφε δ' αὐτὴν· γραμματικὸς τῆ τέχνη·
πρὸς (...)
ἄνθος πέλοντα μοναστῶν τῶν ἐν τέλη·
(...)
(...)
οὕτως γὰρ ἐξέλαμψε τῶν μονοτρόπων,
ὡς οὐδεὶς ἄλλος, ἐν τῶ μονήρη βίω·
θαυμάσαν τούτω· σύλλογοι ναζιραίω(ν)·
(καὶ) τῆς θέμιδος οἱ μαθηταὶ τῶν νόμων·
χορός τε λαμπρὸς μειράκων τῶν ἐν βίω·
ὡς μύσται μυσταγωγὸν ἡκριβωμένον·
θυηπόλων αὖ πλῆθος ἐπ' εὐφημείζη·
σιγ(ὴ) (?) πλέκοντα τῶνδε τὴν ὑμνωδίαν·
ὦ τῶν αἰγέλων (?), ἄριστε καὶ τῶν ἡλίκων·
ἐνηνόχ(η) μεν ψυχικῶν ἐκ πυθμαἵνων·
(καὶ) καρδίας αὖ, συντετριμμένης πάθει·
(καὶ) μ(ὴ) φερούσης καρτερεῖν τὸν σὸν μόρον·
(καὶ) τίς γάρ ἐσται τῶν ἐμῶν ἐπαινέτης·
κῆρυξ τις ἄλλος τῆ γνώμη (καὶ) τῶ τρόπω·
ἀλλ' ἴσθι πρέσβυς πρὸς θ(εὸ)ν θ(εο)ῦ θύτα·
ἐξιλεούμενός γε τοῦτον εἰκότως·
οἷς πρὶν χάριν παρεῖχες ἐγκρότειν λόγ(ων)·
ὁ συγγραφεὺς δὲ τῶν στίχων νικόλαος·
ὃς σῆς εὐχῆς ἦν, δοῦλο(ς) ἐξηρημένο(ς) +
Type(s) [4276] Ἡ βίβλος ἥδε τοὺς τριάκοντα φέρειν (26 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1079
Manuscript JERUSALEM - Patriarchike Bibliotheke - Panaghiou Taphou 21 [1079]
Place in Manuscript f. 163v
Person(s)
Scribe
Nikolaos (11th c.)
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s) John Klimax (6th c. - 7th c.) - PMBZ: 13914: "Personenkennziffer: 2791"
Comment Papadopoulos-Kerameus (1891: 82): 'Τὴν σελίδα 163β κατέχει Νικολάου τινὸς ἰαμβεῖον, οὗ τινος ἀπεξέσθησαν τὸ πάλαι δύο στίχοι καί τινες λέξεις, ἰδίᾳ δὲ τὸ ὄνομα, ὡς φαίνεται, τοῦ καλλιγράφου'.
Image source(s) https://www.loc.gov/resource/amedmonastery.00279389414-jo/?sp=168
Bibliography
Number of verses 26
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/17126
Last modified: 2020-07-16.