Type 4440
(formerly typ/2542)

Βέλη γὰρ σοφῶν κέντρα τῆς εὐβουλίας
ἵησιν ἐνσκήπτοντα τοῖς εὐσυνέτοις
βουλὴν ἀρίστην παντὶ μαστεύουσι νῷ.
Λόγοι γὰρ ὡς βούκεντρα, φησί τις σοφῶν,
οὐχ ὥστε τρῶσαι τὴν ἡμῶν εὐζωΐαν,
σπεῖραι δὲ μᾶλλον τοῖς ἀρότρου συμβόλοις.
Ζωῆς θησαυρὸς ἀπόκειται ἐνθάδε·
ἁγίων πατέρων ἐνάρετοι βίοι
χεῖρα ὀρέγοντες τοῖς κάτω κειμένοις.
Ἀγὼν δὲ τοῦτο ὑπάρχει Γρηγορίου
ῥεῖθρα βλύσαντος ἐνθέων διδαγμάτων,
ἱλαρῶς προσιὼν τῷ λόγῳ τοῖς πᾶσιν.
Οὗτος δὲ πρῶτος τῷ ὀνόματι τούτῳ
ὑπάρχει τῆς Ῥωμαίων πόλεως πάπας.
Πόθῳ δὲ θείῳ καὶ ἐναρέτῳ ζήλῳ
ἀγόμενος ὁ πάνσοφος Ζαχαρίας,
τοῦ κορυφέως Πέτρου κοσμῶν τὸν θρόνον,
ῥῶσιν ψυχαῖς καὶ αὐτὸς παρέχειν θέλων,
Ἰωσὴφ ἄλλος ἀρτίως ἀνεδείχθη
ἄρτον ζωῆς σιτοδοτήσας τῷ κόσμῳ
Ῥωμαίων τῇ γλώττῃ τὸ πρότερον ὄντα·
Χριστοῦ τοῦ Θεοῦ τοῦτον κεκινηκότος,
ὅλην τὴν βίβλον τῇ Ἑλληνίδι γλώττῃ
ὑφηγήσατο τοῖς πᾶσιν ἑρμηνεύσας.
Text status Text completely known
Editorial status Critical text
Genre(s) Author-related epigram
Metre(s) Dodecasyllable
Comment Author = Iohannes monachos.

In Zachariae papae versionem graecam Libri dialogorum s. Gregorii Magni.

Mercati (1970h: 171-172) edits it as a part of 'Γάνυται πᾶς ὁ ἐντυγχάνων τῇ βίβλῳ'.
Bibliography
Number of verses 24
Occurrence(s) [20873] Βέλη γὰρ σοφῶν κέντρα τῆς εὐβουλείας
MILAN - Biblioteca Ambrosiana D 69 sup. (f. 43v-44r)
(24 verses)
Related type(s)
Acknowledgements
Contributor(s)
Permalink https://www.dbbe.ugent.be/types/4440
Last modified: 2020-08-24.